Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.39 Dem. 29.41 (English) >>Dem. 29.44

29.40οὐ τοίνυν μόνον ἐκ τούτων ἂν γνοίητε, ὅτι δεινὸν οὐδʼ ὁτιοῦν πέπονθεν τὸν ἄνθρωπον οὐκ ἐκδόντος ἐμοῦ βασανίζειν, ἀλλὰ καὶ τὸ πρᾶγμʼ αὔτʼ εἰ σκέψαισθε. θῶμεν γὰρ δὴ τὸν Μιλύαν ἐπὶ τοῦ τροχοῦ στρεβλοῦσθαι, καὶ τί μάλιστʼ ἂν αὐτὸν εὔξαιτο λέγειν σκοπῶμεν. οὐχ ὅτι τῶν χρημάτων οὐδʼ ὁτιοῦν οἶδεν τοῦτον ἔχοντα; καὶ δὴ λέγει. διὰ τοῦτʼ ἄρʼ οὐκ ἔχει; πολλοῦ γε δεῖ· τοὺς γὰρ εἰδότας καὶ παρόντας μάρτυρας παρεσχόμην ἐγώ. τεκμήριον δὲ καὶ πίστις ἐστίν, οὐκ εἴ τίς τι μὴ οἶδε τοῦτον ἔχοντα (πολλοὶ γὰρ ἂν εἶεν), ἀλλʼ εἴ τις οἶδεν. 29.41καταμαρτυρησάντων τοίνυν τοσούτων σου μαρτύρων, τίνι τῶν ψευδομαρτυρίων ἐπεσκήψω; δεῖξον. ἀλλʼ οὐκ ἂν ἔχοις δεῖξαι. καίτοι πῶς οὐ σαφῶς σὺ σαυτὸν ἐξελέγχεις, ὅτι ψεύδει δεινὰ πεπονθέναι φάσκων καὶ τὴν δίκην ἀδίκως ὠφληκέναι τὸν ἄνθρωπον οὐ παραλαβών, ὃς τοὺς ταῦτα μαρτυρήσαντας ἔχειν σε καὶ λαβεῖν, περὶ ὧν ὡς οὐ καταλειφθέντων σὺ τὸν Μιλύαν ἐξῄτεις, ἀφῆκας τῶν ψευδομαρτυρίων; οὓς πολὺ κάλλιον ἦν, εἴπερ ἠδίκησο, διώκειν. ἀλλʼ οὐκ ἠδικημένος σὺ συκοφαντεῖς.

29.42πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν σὴν πονηρίαν, μάλιστα δʼ εἰ περὶ τῆς διαθήκης ἀκούσειεν. τοῦ γὰρ πατρός, ἄνδρες δικασταί, τὰ καταλειφθέντα πάντʼ ἐν τῇ διαθήκῃ γράψαντος, καὶ τὸν οἶκον ὅπως μισθώσουσιν, ταύτην μὲν οὐκ ἀπέδωκεν, ἵνα μὴ τὸ πλῆθος εὕροιμʼ ἐγὼ τῶν χρημάτων ἐξ αὐτῆς, ὡμολόγει δὲ κεκτῆσθαι ταῦτα, μάλιστʼ οὐχ οἷόν τʼ ἦν ἐξάρνῳ γενέσθαι διὰ τὴν περιφάνειαν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.39 Dem. 29.41 (English) >>Dem. 29.44

Powered by PhiloLogic